Add parallel Print Page Options

16 Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ’ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. 17 λαβὼν γὰρ παρὰ θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης· [a]Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν, εἰς ὃν ἐγὼ εὐδόκησα— 18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν σὺν αὐτῷ ὄντες ἐν τῷ [b]ἁγίῳ ὄρει.

Read full chapter

Footnotes

  1. ΠΕΤΡΟΥ Β΄ 1:17 Ὁ υἱός μου ὁ ἀγαπητός μου οὗτός ἐστιν WH NIV] οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός Treg RP
  2. ΠΕΤΡΟΥ Β΄ 1:18 ἁγίῳ ὄρει WH Treg NIV] ὄρει τῷ ἁγίῳ RP